TLG 1199 003 :: ASCLEPIADES :: Fragmenta

ASCLEPIADES Gramm. Hist.
(Myrleanus: 1 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 300–301.

frr. 1–6

Citation: Fragment — (line)

t1a-4

ΒΙΘΥΝΙΑΚΑ.

1a

(t)

E LIBRO PRIMO.
1 Parthenius Erot. 35: Περὶ Εὐλιμένης. Ἱστο‐ ρεῖ Ἀσκληπιάδης ὁ Μυρλεανὸς Βιθυνιακῶν αʹ. Ἐν δὲ Κρήτῃ ἠράσθη Λύκαστος τῆς Κύδωνος θυγατρὸς Εὐ‐ λιμένης, ἣν ὁ πατὴρ Ἀπτέρῳ
5καθωμολόγητο, πρωτεύοντι τότε Κρητῶν· ταύτῃ κρύφα συνὼν ἐλελήθει. Ὡς δὲ τῶν Κρητικῶν τινες πόλεων ἐπισυνέστησαν Κύδωνι καὶ πολὺ περιῆσαν, πέμπει τοὺς πευσομένους εἰς θεοῦ, ὅ τι ἂν ποιῶν κρατήσειεν τῶν πολεμίων. Καὶ αὐτῷ θεσπίζεται τοῖς ἐγχωρίοις
10ἥρωσι σφαγιάσαι παρθένον. Ἀκούσας δὲ τοῦ χρηστη‐ ρίου Κύδων διεκλήρου τὰς παρθένους πάσας, καὶ κατὰ δαίμονα ἡ θυγάτηρ τυγχάνει. Λύκαστος δὲ δείσας περὶ αὐτῆς, μηνύει τὴν φθορὰν καὶ ὡς ἐκ πολλοῦ χρόνου συνείη αὐτῇ· ὁ δὲ πολὺς ὅμιλος πολὺ μᾶλλον ἐδικαίου
15αὐτὴν τεθνάναι. Ἐπειδὴ δὲ ἐσφαγιάσθη, ὁ Κύδων τὸν ἱερέα κελεύει αὐτῆς διατεμεῖν τὸ ἐπομφάλιον, καὶ οὕτως εὑρέθη ἔγκυος. Ἄπτερος δὲ δόξας ὑπὸ Λυκάστου δεινὰ πεπονθέναι, λοχήσας αὐτὸν ἀνεῖλε καὶ διὰ ταύ‐ την τὴν αἰτίαν ἔφυγε πρὸς Ξάνθον εἰς Τέρμερα.

1b

Idem 36:Λέγεται δὲ καὶ Ῥῆσον, πρὶν ἐς Τροίαν ἐπίκουρον ἐλθεῖν, ἐπὶ πολλὴν γῆν ἰέναι προσαγόμενόν τε καὶ δασμὸν ἐπιτιθέντα· ἔνθα δὴ καὶ εἰς Κίον ἀφικέσθαι κατὰ κλέος γυναικὸς καλῆς· Ἀργανθώνη αὐτῇ ὄνομα.
5Αὕτη τὴν μὲν κατ’ οἶκον δίαιταν καὶ μονὴν ἀπέστυγεν, ἀθροισαμένη δὲ κύνας πολλοὺς ἐθήρευεν, οὐ μάλα τινὰ προσιεμένη. Ἐλθὼν οὖν ὁ Ῥῆσος εἰς τόνδε τὸν χῶρον βίᾳ μὲν αὐτὴν οὐκ ἦγεν, ἔφη δὲ θέλειν αὐτῇ συγκυνη‐ γεῖν· καὶ αὐτὸν γὰρ ὁμοίως ἐκείνῃ τὴν πρὸς ἀνθρώπους
10ὁμιλίαν ἐχθαίρειν. Ἡ δὲ ταῦτα λέξαντος ἐκείνου κατῄ‐ νεσε, πειθομένη αὐτὸν ἀληθῆ λέγειν. Χρόνου δὲ πολλοῦ διαγενομένου εἰς πολὺν ἔρωτα παραγίνεται τοῦ Ῥήσου. Καὶ τὸ μὲν πρῶτον ἡσυχάζει αἰδοῖ κατεχομένη· ἐπειδὴ δὲ σφοδρότερον ἐγίνετο τὸ πάθος, ἀπετόλμησεν εἰς λό‐
15γους ἐλθεῖν αὐτῷ, καὶ οὕτως ἐθέλων αὐτὴν ἐκεῖνος ἠγάγετο γυναῖκα. Ὕστερον δὲ πολέμου γενομένου τοῖς Τρωσὶ μετῄεσαν αὐτὸν οἱ βασιλεῖς ἐπίκουρον· ἡ δὲ Ἀργανθώνη, εἴτε καὶ δι’ ἔρωτα, ὃς πολὺς ὑπῆν αὐτῇ, εἴτε καὶ ἄλλως καταμαντευομένη τὸ μέλλον, βαδίζειν
20αὐτὸν οὐκ εἴα. Ῥῆσος δὲ μαλακιζόμενος ἐπὶ μονῇ οὐκ ἠνέσχετο, ἀλλὰ ἦλθεν εἰς Προίαν, καὶ μαχόμενος ἐπὶ ποταμῷ τῷ νῦν ἀπ’ ἐκείνου Ῥήσῳ καλουμένῳ, πληγεὶς ὑπὸ Διομήδους ἀποθνήσκει. Ἡ δὲ ὡς ᾔσθετο τεθνηκότος αὐτοῦ, αὖτις ἀπεχώρησεν εἰς τὸν τόπον, ἔνθα ἐμίγη
25πρῶτον αὐτῷ, καὶ περὶ αὐτὸν ἀλωμένη θαμὰ ἐβόα τοὔ‐ νομα τοῦ Ῥήσου· τέλος δὲ καὶ ποταμῷ προσιεμένη διὰ λύπην ἐξ ἀνθρώπων ἀπηλλάγη.

2

(t)

E LIBRO DECIMO.
1 Schol. Apoll. Rh. II, 789: Ὅτι δὲ τοὺς Παφλα‐ γόνας ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον, ἱστορεῖ Δεινίας ἐν πρώτῳ Ἀργολικῶν καὶ Ἀσκληπιάδης ὁ Μυρ‐ λεανὸς ἐν δεκάτῳ (?) Βιθυνιακῶν.

3

Idem II, 722: Σαγγάριος, ποταμὸς Φρυγίας. Ὁ δὲ Μυρλεανὸς Σάγγαρον αὐτὸν λέγεσθαί φησιν.

4

Athenaeus II: Ἀσκληπιάδης δὲ ὁ Μυρλεα‐ νὸς, χαμαικέρασόν τινα καλῶν δένδρον, ἔφη οὕτως· «Ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ
μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ300
5τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους, καθότι οἶνος, βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.» Ταῦτα ὁ Ἀσκληπιά‐ δης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. Τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον, καὶ ὁ πλέον τῶν
10ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται.

t5-6

(ΠΕΡΙΗΓΗΣΙΣ ΤΩΝ ΕΘΝΩΝ ΤΩΝ ΕΝ Τῌ ΤΟΥΡΔΙΤΑΝΙᾼ.)

5

Strabo III: Μετὰ ταύτην Ἄβδηρα, Φοι‐ νίκων κτίσμα καὶ αὐτή. Ὑπὲρ δὲ τῶν τόπων ἐν τῇ ὀρεινῇ δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῇ, ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος,
5καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς, ἀνὴρ ἐν τῇ Τουρδιτα‐ νίᾳ παιδεύσας τὰ γραμματικὰ, καὶ περιήγησίν τινα τῶν ἐθνῶν ἐκδεδωκὼς τῶν ταύτῃ. Οὗτος δέ φησιν ὑπο‐ μνήματα τῆς πλάνης τῆς Ὀδυσσέως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἀσπίδας προσπεπατταλεῦσθαι καὶ ἀκροστόλια.
10Ἐν Καλλαϊκοῖς δὲ τῶν μετὰ Τεύκρου στρατευσάντων τινὰς οἰκῆσαι, καὶ ὑπάρξαι πόλεις αὐτόθι, τὴν μὲν κα‐ λουμένην Ἕλληνες, τὴν δὲ Ἀμφίλοχοι, ὡς καὶ τοῦ Ἀμφιλόχου τελευτήσαντος δεῦρο καὶ τῶν συνόντων πλα‐ νηθέντων μέχρι τῆς μεσογαίας. Καὶ τῶν μεθ’ Ἡρα‐
15κλέους δέ τινας καὶ τῶν ἀπὸ Μεσσήνης ἱστορῆσθαί φη‐ σιν ἐποικῆσαι τὴν Ἰβηρίαν, τῆς δὲ Κανταβρίας μέρος τι κατασχεῖν Λάκωνας καὶ οὗτός φησι καὶ ἄλλοι. Ἐνταῦθα δὲ καὶ Ὠψικέλλαν πόλιν Ὀκέλα κτίσμα λέ‐ γουσι τοῦ μετὰ Ἀντήνορος καὶ τῶν παίδων αὐτοῦ
20διαβάντος εἰς τὴν Ἰταλίαν.

6

Strabo III: Ἐπεὶ καὶ Ἰβηρίαν ὑπὸ μὲν τῶν προτέρων καλεῖσθαι πᾶσαν τὴν ἔξω τοῦ Ῥοδανοῦ καὶ τοῦ ἰσθμοῦ τοῦ ὑπὸ τῶν Γαλατικῶν κόλπων σφιγ‐ γομένου, οἱ δὲ νῦν ὅριον αὐτῆς τίθενται τὴν Πυρήνην,
5συνωνύμως τε τὴν αὐτὴν Ἰβηρίαν λέγουσι καὶ Ἱσπα‐ νίαν· ** μόνην ἐκάλουν τὴν ἐντὸς τοῦ Ἴβηρος· οἱ δ’ ἔτι πρότερον αὐτοὺς τούτους Ἰγλῆτας, οὐ πολλὴν χώραν νεμομένους, ὥς φησιν Ἀσκληπιάδης ὁ Μυρλεα‐ νός. Ῥωμαῖοι δὲ τὴν σύμπασαν καλέσαντες ὁμωνύμως
10Ἰβηρίαν τε καὶ Ἱσπανίαν τὸ μὲν αὐτῆς μέρος εἶπον τὴν ἐκτὸς, τὸ δὲ ἕτερον τὴν ἐντός· ἄλλοτε δ’ ἄλλως
διαιροῦσι, πρὸς τοὺς καιροὺς πολιτευόμενοι.301